Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.49 Dem. 19.52 (English) >>Dem. 19.55

19.51καίτοι καὶ ἐπιστολὰς ἔπεμψʼ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵνʼ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητʼ ἂν ἐξελθεῖν, τηνικαῦτʼ ἐκάλει· οὐδʼ ἂν ἐμέ, ἡνίκα δεῦρʼ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθʼ ὑμεῖς ἐμέλλετʼ ἐξιέναι· ἀλλʼ ἵνα, ἐβούλεσθʼ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθʼ αὐτῷ, μηδʼ ἀμύναιντο μηδʼ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρʼ ὑμῶν ὑπέχοντες ἐλπίσιν, ἀλλʼ ἀπογνόντες ἅπανθʼ αὑτοὺς ἐγχειρίσαιεν. Λέγε δʼ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου.Ἐπιστολαί

19.52αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δίʼ ἤδη γε· τούτοις δʼ, εἴπερ ἦν ὑγιές τι τούτων, τί ἄλλο προσῆκεν συνειπεῖν ὅπως ἐξέλθηθʼ ὑμεῖς, καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα γράφειν εὐθέως βοηθεῖν; πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες. εἰκότως· οὐ γὰρ οἷς ἐπέστελλε προσεῖχον τὸν νοῦν, ἀλλʼ φρονῶν ταῦτʼ ἔγραφεν συνῄδεσαν· τούτοις οὖν συνέπραττον καὶ τούτοις συνηγωνίζοντο. 19.53οἱ μὲν τοίνυν Φωκεῖς, ὡς τὰ παρʼ ὑμῶν ἐπύθοντʼ ἐκ τῆς ἐκκλησίας καὶ τό τε ψήφισμα τοῦτʼ ἔλαβον τὸ τοῦ Φιλοκράτους καὶ τὴν ἀπαγγελίαν ἐπύθοντο τὴν τούτου καὶ τὰς ὑποσχέσεις, κατὰ πάντας τοὺς τρόπους ἀπώλοντο. σκοπεῖτε γάρ. ἦσαν ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες· οὗτοι πιστεύειν ὑπήχθησαν. διὰ τί; ὅτι ἡγοῦντο, οὐδʼ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα, οὐδέποτʼ ἂν τούς γʼ Ἀθηναίων πρέσβεις Ἀθηναίους ἐξαπατᾶν τολμῆσαι, ἀλλʼ εἶναι ταῦτʼ ἀληθῆ οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ τοῖς Θηβαίοις ἥκειν, οὐχ αὑτοῖς ὄλεθρον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.49 Dem. 19.52 (English) >>Dem. 19.55

Powered by PhiloLogic